Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.303 Joseph. AJ 11.308 (English) >>Joseph. AJ 11.313

11.305παραλαβὼν δʼ παῖς αὐτοῦ τὴν βασιλείαν Ἀλέξανδρος καὶ διαβὰς τὸν Ἑλλήσποντον, νικᾷ μὲν τοὺς Δαρείου στρατηγοὺς ἐπὶ Γρανίκῳ συμβαλὼν αὐτοῖς, ἐπελθὼν δὲ τὴν Λυδίαν καὶ τὴν Ἰωνίαν δουλωσάμενος καὶ τὴν Καρίαν ἐπιδραμὼν τοῖς ἐν Παμφυλίᾳ τόποις ἐπέβαλεν, καθὼς ἐν ἄλλοις δεδήλωται. 11.306

Οἱ δὲ τῶν Ἱεροσολυμιτῶν πρεσβύτεροι δεινοπαθοῦντες ἐπὶ τῷ τὸν Ἰαδδοῦ τοῦ ἀρχιερέως ἀδελφὸν ἀλλοφύλῳ συνοικοῦντα μετέχειν τῆς ἀρχιερωσύνης ἐστασίαζον πρὸς αὐτόν· 11.307ἡγοῦντο γὰρ τὸν τούτου γάμον ἐπιβάθραν τοῖς παρανομεῖν περὶ τὰς τῶν γυναικῶν συνοικήσεις βουλησομένοις γενέσθαι καὶ τῆς πρὸς τοὺς ἀλλοφύλους αὐτοῖς κοινωνίας ἀρχὴν τοῦτο ἔσεσθαι. 11.308ὑπάρξαι μέντοι καὶ τῆς προτέρας αἰχμαλωσίας αὐτοῖς καὶ τῶν κακῶν αἴτιον τὸ περὶ τοὺς γάμους πλημμελῆσαί τινας καὶ ἀγαγέσθαι γυναῖκας οὐκ ἐπιχωρίας. ἐκέλευον οὖν τὸν Μανασσῆν διαζεύγνυσθαι τῆς γυναικὸς μὴ προσιέναι τῷ θυσιαστηρίῳ. 11.309τοῦ δʼ ἀρχιερέως τῷ λαῷ συναγανακτοῦντος καὶ εἴργοντος τὸν ἀδελφὸν τοῦ βωμοῦ, παραγενόμενος Μανασσῆς πρὸς τὸν πενθερὸν Σαναβαλλέτην στέργειν μὲν ἔλεγεν αὐτοῦ τὴν θυγατέρα Νικασώ, τῆς μέντοι γε ἱερατικῆς τιμῆς μεγίστης οὔσης ἐν τῷ ἔθνει καὶ τῷ γένει παραμενούσης οὐ βούλεσθαι διʼ αὐτὴν στέρεσθαι. 11.310τοῦ δὲ Σαναβαλλέτου μὴ μόνον τηρήσειν αὐτῷ τὴν ἱερωσύνην, ἀλλὰ καὶ τὴν ἀρχιερατικὴν παρέξειν δύναμιν καὶ τιμὴν ὑπισχνουμένου καὶ πάντων ἀποδείξειν ὧν αὐτὸς ἐπῆρχεν τόπων ἡγεμόνα βουλόμενον συνοικεῖν αὐτοῦ τῇ θυγατρί, καὶ λέγοντος οἰκοδομήσειν ναὸν ὅμοιον ὄντα τῷ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τοῦ Γαριζεὶν ὄρους, τῶν κατὰ τὴν Σαμάρειαν ὀρῶν ἐστιν ὑψηλότατον,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.303 Joseph. AJ 11.308 (English) >>Joseph. AJ 11.313

Powered by PhiloLogic